Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.330 Joseph. AJ 8.334 (English) >>Joseph. AJ 8.337

8.332 δὲ τί κακὸν ὑπʼ αὐτοῦ πεπονθότα πρὸς τὸν ἀποκτεῖναι ζητοῦντα καὶ πᾶσαν ἐρευνήσαντα γῆν πέμπειν αὐτὸν ἔλεγεν· τοῦτʼ ἀγνοεῖν αὐτόν, ὅτι μηδένα τόπον κατέλιπεν, εἰς ὃν οὐκ ἀπέστειλε τοὺς ἀνάξοντας εἰ λάβοιεν ἐπὶ θανάτῳ; 8.333καὶ γὰρ εὐλαβεῖσθαι πρὸς αὐτὸν ἔφασκε, μὴ τοῦ θεοῦ φανέντος αὐτῷ πάλιν εἰς ἄλλον ἀπέλθῃ τόπον, εἶτα διαμαρτὼν αὐτοῦ πέμψαντος τοῦ βασιλέως μὴ δυνάμενος εὑρεῖν ὅπου ποτʼ εἴη γῆς ἀποθάνῃ. 8.334προνοεῖν οὖν αὐτοῦ τῆς σωτηρίας παρακαλεῖ τὴν περὶ τοὺς ὁμοτέχνους αὐτοῦ σπουδὴν λέγων, ὅτι σώσειεν ἑκατὸν προφήτας Ἱεζαβέλης πάντας τοὺς ἄλλους ἀνῃρηκυίας καὶ ἔχοι κεκρυμμένους αὐτοὺς καὶ τρεφομένους ὑπʼ αὐτοῦ. δὲ μηδὲν δεδιότα βαδίζειν ἐκέλευε πρὸς τὸν βασιλέα δοὺς αὐτῷ πίστεις ἐνόρκους, ὅτι πάντως κατʼ ἐκείνην Ἀχάβῳ φανήσεται τὴν ἡμέραν. 8.335

Μηνύσαντος δὲ τῷ βασιλεῖ Ὠβεδίου τὸν Ἠλίαν ὑπήντησεν Ἄχαβος καὶ ἤρετο μετʼ ὀργῆς, εἰ αὐτὸς εἴη τὸν Ἑβραίων λαὸν κακώσας καὶ τῆς ἀκαρπίας αἴτιος γεγενημένος. δʼ οὐδὲν ὑποθωπεύσας αὐτὸν εἶπεν ἅπαντα τὰ δεινὰ πεποιηκέναι καὶ τὸ γένος αὐτοῦ ξενικοὺς ἐπεισενηνοχότας τῇ χώρᾳ θεοὺς καὶ τούτους σέβοντας, τὸν δʼ ἴδιον αὐτῶν, ὃς μόνος ἐστὶ θεός, ἀπολελοιπότας καὶ μηδεμίαν ἔτι πρόνοιαν αὐτοῦ ποιουμένους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.330 Joseph. AJ 8.334 (English) >>Joseph. AJ 8.337

Powered by PhiloLogic